Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.374 | Joseph. BJ 2.379 (English) | >>Joseph. BJ 2.384 |
2.377ἀλλʼ οὗτοι γῆν μὲν ἄπειρον νεμόμενοι , μείζω δὲ τῶν σωμάτων ἔχοντες τὰ φρονήματα καὶ
-- -- σκέψασθε δὲ καὶ τὸ Βρεττανῶν τεῖχος οἱ τοῖς Ἱεροσολύμων τείχεσιν πεποιθότες · καὶ γὰρ ἐκείνους περιβεβλημένους ὠκεανὸν καὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης οὐκ ἐλάσσονα νῆσον οἰκοῦντας πλεύσαντες ἐδουλώσαντο Ῥωμαῖοι , τέσσαρα δὲ τάγματα τὴν τοσαύτην νῆσον φυλάσσει .
2.379καὶ τί δεῖ πολλὰ λέγειν , ὅπου καὶ Πάρθοι , τὸ πολεμικώτατον φῦλον , τοσούτων ἄρχοντες ἐθνῶν καὶ τηλικαύτην περιβεβλημένοι δύναμιν ὁμήρους πέμπουσιν Ῥωμαίοις , καὶ ἔστιν ἐπὶ τῆς Ἰταλίας ἰδεῖν ἐν εἰρήνης προφάσει δουλεύουσαν τὴν ἀπὸ τῆς ἀνατολῆς εὐγένειαν .
2.380πάντων δὴ σχεδὸν τῶν ὑφʼ ἡλίῳ τὰ Ῥωμαίων ὅπλα προσκυνούντων ὑμεῖς μόνοι πολεμήσετε μηδὲ τὸ Καρχηδονίων τέλος σκοποῦντες , οἳ τὸν μέγαν αὐχοῦντες Ἀννίβαν καὶ τὴν ἀπὸ Φοινίκων εὐγένειαν ὑπὸ τὴν Σκιπίωνος δεξιὰν ἔπεσον ;
2.381οὔτε δὲ Κυρηναῖοι , τὸ Λακώνων γένος , οὔτε Μαρμαρίδαι , τὸ μέχρι τῆς διψάδος ἐκτεταμένον φῦλον , οὔθʼ αἱ φοβεραὶ καὶ τοῖς ἀκούουσιν Σύρτεις Νασαμῶνές τε καὶ Μαῦροι καὶ τὸ Νομάδων ἄπειρον πλῆθος τὰς Ῥωμαίων ἀνέκοψαν ἀρετάς .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.374 | Joseph. BJ 2.379 (English) | >>Joseph. BJ 2.384 |